Σελίδες

Τετάρτη 10 Αυγούστου 2016

οἰ μὲν ἰππήων στρότον / Σαπφώ

οἱ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων,
οἰ δὲ νάων φαῖσ΄ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον͵ ἔγω δὲ κῆν΄ ὄτ-
τω τις ἔραται·
5πάγχυ δ΄ εὔμαρες σύνετον πόησαι
πάντι τοῦτ΄͵ ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα
τὸν πανάριστον
καλλίποισ΄ ἔβα ΄ς Τροΐαν πλέοισα10κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
πάμπαν ἐμνάσθη͵ ἀλλὰ παράγαγ΄ αὔταν
[-]σαν
[ ]αμπτον γὰρ [
[ ]… κούφως τ[ ]οη .[.]ν
15..]με νῦν Ἀνακτορί[ας ὀνέμναι-
σ' οὐ ] παρεοίσας,
τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα καὶ πανόπλοις
20πεσδομάχεντας.


την μετάφραση μπορείτε να την διαβάσετε στον σύνδεσμο: http://www.greek-language.gr/greekLang/ancient_greek/education/lyric/handbook/poets/sappho/page_004.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου