Σελίδες

Δευτέρα 6 Φεβρουαρίου 2012

«Περιγραφή τῆς Χρυσοῤῥόης»

Ἢν γὰρ ἡ κόρη πάντερπνος ἐρωτοφορουµένη,
ἀσύγκριτος τὰς ἡδονάς, τὸ κάλλος ὑπὲρ λόγον,
τὰς χάριτας ὑπὲρ αὐτὴν τὴν τῶν χαρίτων φύσιν.
Βοστρύχους εἶχεν ποταµούς, ἐρωτικοὺς πλοκάµους·
εἶχεν ὁ βόστρυχος αὐγὴν εἰς κεφαλὴν τῆς κόρης,
ἀπέστιλβεν ὑπὲρ χρυσὴν ἀκτίναν τοῦ ἡλίου.
Σῶµα λευκὸν ὑπὲρ αὐτὴν τὴν τοῦ κρυστάλλου φύσιν
ὑπέκλεπτεν τοὺς ὀφθαλµοὺς τοῦ σωµατος ἡ χάρις.
Ἐδόκει γὰρ σὺν τῷ λευκῷ καὶ ῥόδου χάριν ἔχειν.
Ἂν µόνον ἀνενδράνισες, τὸ πρόσωπον ἂν εἶδες,
ἐσείσθης ὅλην τὴν ψυχήν, ὅλην σοῦ τὴν καρδίαν·
ἁπλῶς τὴν κόρην ἀγαλµα τῆς Ἀφροδίτης εἶπες
καὶ πάσης ἄλλης ἡδονῆς ὅσας ὁ νοῦς συµπλέκει.
Τὶ δὲ πολλὰ πολυλογῶ, τὶ δὲ πολλὰ καὶ γράφω·
τάχα πρὸς τὸν καλλωπισµὸν τοῦ σωµατος τῆς κόρης;
Λόγος µικρὸς ἂν ἐξαρκῇ πρὸς τὸ νὰ τὸ δηλώσῃ·
ὅσας ὁ κόσµος ἔφερε γυναίκας εἰς τὸ µέσον
καὶ πρὸ αὐτῆς καὶ µἐτ΄αὐτὴν καὶ τότε ὅσαι ἦσαν
ὡς πρὸς τὰς χάριτας αὐτῆς µιµῶ πρὸς Ἀφροδίτην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου